Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος,
εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν·
καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος·
ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται!
ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός!
ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται,
μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε,
Θεοῦ ἐστι Λόγος ὁ παρών.
Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ,
χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε,
χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Δοξαστικό του Εσπερινού της εορτής του Ευαγγελισμού της Θεοτόκου, ήχος πλ. β΄. Ποίημα του αγίου Ιωάννη του Δαμασκηνού (8ος αι.).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου