Τετάρτη 25 Μαρτίου 2026

"Χαῖρε, Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου..."

Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, 
εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν·
καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος·
ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται!
ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός!
ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται,
μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, 
Θεοῦ ἐστι Λόγος ὁ παρών.
Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ,
χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε,
χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
 
Δοξαστικό του Εσπερινού της εορτής του Ευαγγελισμού της Θεοτόκου, ήχος πλ. β΄. Ποίημα του αγίου Ιωάννη του Δαμασκηνού (8ος αι.).
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου